Ancient Greek
3491.Fr1.1 to 3491.Fr1.14
Documentary Papyri, P.Oxy. 49 3491.Fr1.1-14
Not analysed yet
ἐξέδοντο Ἡρακλείδης Σεῶτος τοῦ Ἡρακλείδου μητρὸς Ταοννώφριος καὶ ἡ γυνὴ Διονυσία Ἁρποκρατίωνος τοῦ Ἡρακλείδου μητρὸς Μασσαλείνης ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, ἡ Διονυσία μετὰ κυρίου τοῦ ἀνδρὸς Ἡρακλείδου, τὴν ἀμφοτέρων θυγατέρα Χαιρημονίδα Διονυσαπολλοδώρου Διονυσίου τοῦ καὶ Χρησίμου Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως μητρὸς …Ἀπολλωνίου τοῦ Ἱέρακος ἀστῆς ᾧ προσύνεστιν κατὰ χειρόγραφον συνγραφὴν γεγονυῖαν τῷ ιβ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἣν ἀνέδοσαν ἀλλήλοις εἰς ἀκύρωσιν ἀρκούμενοι τῇδε τῇ διὰ δημοσίου συνγραφῇ ἐν ἀγυιᾷ …γυναῖκα γαμετήν, ἐφʼ ᾗ ἔσχηκεν ὁ γαμῶν ἅμα τῇ συνελεύσει παρὰ μὲν τοῦ πατρὸς Ἡρακλείδου ἐν φερνῇ ἀργυρίου τάλαντον α καὶ χειροψέλλιον καὶ …φ… ἀμφότερα χρυσοῦ σταθμῷ Ὀξυρυγχίτῃ μναιαίων β ἐν συντιμήσει δραχμῶν χ καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τ, γείνονται ἐπὶ τὸ αὐτὸ τῆς φερνῆς τάλαντον α καὶ δραχμαὶ ϡ κεφαλαίου, αἷς οὐδὲν προσῆκται, παρὰ δὲ τῆς μητρὸς Διονυσίας ἐν παραφέρνοις ἐνωτίων χρυσῶν ζεῦγος τετάρτης α ,καὶ πάλλιον χρωμάτινον, κασσιτέρου ἐνεργοῦ ὁλκῆς μνᾶς ιε, ζῴδιον Ἀφροδίτης, στάμνον, κάτοπτρον δίπτυχον κασιωτικόν, διφρ… μυροθήκην ξυλίνην …μ δίφρους γυναικείους …αρτ δὲ τὰ γενόμενα τοῖς γαμοῦσιν ἐξ ἀλλήλων τέκνα Ἀθην… …καὶ Διον καὶ …καὶ Η… οἱ δʼ αὐτοὶ τῆς γαμουμένης γονεῖς Ἡρακλείδης καὶ Διονυσία …προσμερίζουσι μετὰ τὴν ἑαυτῶν τελευτὴν τῇ θυγατρὶ Χαιρημονίδι, ἐὰν ζῇ, εἰ δὲ μὴ, τοῖς οὖσι καὶ ἐπεσομένοις αὐτῇ ἐκ τοῦ γαμοῦντος τέκνοις, ὁ μὲν πατὴρ Ἡρακλείδης τὰς ὑπαρχούσας αὐτῷ περὶ μὲν Σενεψαὺ ἐκ τοῦ Διονυσοδώρου …Νετρὼ ἐκ τοῦ Φίλωνος κλήρου ἄρουραν α 𐅵,καὶ ἐκ τοῦ Βακχυλ καὶ Καράβου ἀρούρης 𐅵δ η, ἡ δὲ μήτηρ Διονυσία τὴν ὑπάρχουσαν αὐτῇ ἐν κ… …ἕξει δὲ ὁ γαμῶν ἐφʼ ὅσον σύνεστιν τῇ γαμουμένῃ, ὡς καὶ προέσχε, εἰς τὴν κοινὴν βιοτείαν καὶ ἀπὸ τοῦ ἐνεστῶτος κα ἔτους τὴν κ… …τῇ γαμουμένῃ ὑπὸ τοῦ πατρὸς ἀρουρῶν ε η, καὶ τὴν ἐνοίκησιν καὶ ἐνοίκια τῆς μερισθείσης αὐτῇ ὑπὸ τῆς μητρὸς οἰκίας καὶ αἰθρίου καὶ τοὺς προς… αὐτ τόκους τοὺς ἐν ἀργυρίου δραχμαῖς …,οὐκ ἐξόντος τοῖς γαμοῦσιν οὐδὲ ἃ ἐμέρισαν ὡς πρόκειται ὑποτίθεσθαι οὐδʼ ἑτέροις μερίζειν οὐδʼ ἄλλως καταχρηματίζειν οὐδὲ ἀφαιρεῖσθαι τὴν καρπείαν καὶ ἐνοίκησιν καὶ ἐνοίκια.