Ancient Greek
P.Oxy. 49 3515
Documentary Papyri, P.Oxy. 49 3515
Not analysed yet
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς Ἀπίωνι προνοητῇ βορείων μερῶν εἰς τὰς δόσεις τῶν ἀμπελουργῶν τῶν Παχὼν μηνὸς καὶ εἰς δόσεις ὑδροπαρόχων τοῦ ζ ἔτους καὶ εἰς τὰ ἄλλα τῆς φροντίδος ἀναλώματα τοῦ Παχὼν μηνὸς οἴνου γενήματος ϛ ἔτους κτήματος Κολλούθου ληνοῦ β κεράμια ϙζ, γενήματος ε ἔτους κτήματος λιβικοῦ ληνοῦ δ διπλοκέραμα ε ἁπλοκέραμα η ὧν τὰς τιμὰς ἐπεστάλη Σαραπιάδης ὁ χειριστὴς λημματίσαι τοῦ μὲν ἀπὸ γενήματος ϛ ἔτους οἴνου ὡς τοῦ κεραμίου α δραχμὰς ιβ, τοῦ δὲ ἀπὸ γενήματος ε ἔτους τοῦ μὲν Παχὼν λ κεραμίου α δραχμὰς αϛ, τῶν δὲ διπλοκεράμων ὡς τοῦ α δραχμὰς κδ. ἔρρωσο καὶ δὸς τὰ τοῦ οἴνου κεράμια ἑκατὸν πέντε διπλοκέραμα πέντε, γίνεται κεράμια ρε διπλοκέραμα ε. ἔτους ζ Παχὼν λ.