Ancient Greek
P.Oxy. 49 3516
Documentary Papyri, P.Oxy. 49 3516
Not analysed yet
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς Ἀμμωνίῳ φροντιστῇ ἐνίων μερῶν Σούεως εἰς τὰς δόσεις τῶν ἀμπελουργῶν καὶ τῶν ὑδροπαρόχων τοῦ Παχὼν μηνὸς καὶ εἰς τὰ ἄλλα τῆς φροντίδος ἀναλώματα πυροῦ γενήματος δ ἔτους ἀρτάβας δ καὶ οἴνου γενήματος ϛ ἔτους κτήματος λιβικοῦ ληνοῦ γ ἀπὸ τῶν ὑπολειφθέντων απα απολογι… κεράμια μϛ ὧν τὰς τιμὰς ἐπεστάλη Σαραπιάδης ὁ χειριστὴς λημματίσαι τοῦ μὲν πυροῦ ὡς τῆς α δραχμὰς ιϛ Παχὼν λ τοῦ δὲ οἴνου ὡς τοῦ κεραμίου δραχμὴν α δραχμὰς ιβ. ἔρρωσο καὶ δὸς τὰς τοῦ πυροῦ ἀρτάβας τέσσαρες καὶ οἴνου κεράμια τεσσαράκοντα ἕξ, γίνονται πυροῦ ἀρτάβαι μϛ κεράμια δ. ἔτους ζ Παχὼν λ.