Ancient Greek
P.Oxy. 49 3518
Documentary Papyri, P.Oxy. 49 3518
Not analysed yet
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς τοῖς ὑπογεγραμμένοις καταμηνίοις καὶ ἄλλοις εἰς λόγον ὀψωνίων τοῦ ὄντος μηνὸς Παχὼν Παμοῦνι ὀνηλάτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Ἀγάθῳ ἑτέρῳ ὁμοίως πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Πανεχώτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Πετρωνίῳ ζευγηλάτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Φανομάι ἐποικιοφύλακι πυροῦ ἀρτάβας β· Ὀννώφρι ἑτέρῳ πυροῦ ἀρτάβας β· Διονυσίῳ ὁμοίως πυροῦ ἀρτάβας β. τὰ ἐπὶ τὸ αὐτὸ πυροῦ γενήματος ε ἔτους ἀρτάβαι ι, οἴνου γενήματος ϛ ἔτους κτήματος Μαγδώλου ἀπὸ τῶν καταλειφθέντων ὑπὸ τῶν ἐμπόρων κεράμια η ὧν τὴν συναγομένην τιμὴν ἐπεστάλη Σαραπιάδης ὁ χειριστὴς λημματίσαι τοῦ μὲν πυροῦ ὡς τῆς ἀρτάβης α δραχμὰς ιϛ, τοῦ δὲ οἴνου ὡς τοῦ κεραμίου α δραχμὰς ιβ. ἔρρωσο καὶ δὸς τὰς τοῦ πυροῦ ἀρτάβας δέκα καὶ οἴνου κεράμια ὀκτώ, γίνονται πυροῦ ἀρτάβαι ι. κεράμια η. ἔτους ζ Παχὼν λ.