Ancient Greek
P.Oxy. 49 3519
Documentary Papyri, P.Oxy. 49 3519
Not analysed yet
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς Κολλούθῳ κεραμεῖ εἰς λόγον δόσεως τοῦ ὄντος μηνὸς Παχὼν πυροῦ γενήματος ε ἔτους ἀρτάβας ιη καὶ οἴνου γενήματος ϛ ἔτους κτήματος Κολλούθου ληνοῦ β κεράμια κδ ὧν τὴν συναγομένην τιμὴν ἐπεστάλη Σαραπιάδης ὁ χειριστὴς λημματίσαι τοῦ μὲν πυροῦ ὡς τῆς ἀρτάβης α δραχμὰς ιϛ, τοῦ δὲ οἴνου ὡς τοῦ κεραμίου α δραχμὰς ιβ. ἔρρωσο καὶ δὸς τὰς τοῦ πυροῦ ἀρτάβας δεκαοκτὼ καὶ οἴνου κεράμια εἴκοσι τέσσαρα ,ἔτους ζ Παχὼν λ.