Ancient Greek
P.Oxy. 49 3520
Documentary Papyri, P.Oxy. 49 3520
Not analysed yet
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. παράδος Ἀμμωνᾷ γεουχοῦντι ἐν κώμῃ Σέσφα οἴνου γενήματος ε ἔτους κτήματος λιβικοῦ ληνοῦ δ κεράμια εἴκοσι ἓξ καὶ διπλοκέραμα δεκαὲξ συμφωνηθέντα πρὸς αὐτὸν, τῶν μὲν κεραμίων ὡς τοῦ α δραχμὰς ιϛ. τῶν δὲ διπλοκεράμων ὡς τοῦ ἑνὸς δραχμὰς κδ· ὧν πάντων τὴν συναγομένην τιμὴν ἐν δραχμαῖς ὀκτακοσίαις μετεβάλετο τῷ τῆς οὐσίας χειριστῇ. ἔρρωσο καὶ παράδος τὰ τοῦ οἴνου κεράμια εἴκοσι διπλοκέραμα δεκαέξ, γίνονται κεράμια κϛ διπλοκέραμα ιϛ. ἔτους ζ Παχὼν κα.