Ancient Greek
P.Oxy. 50 3564
Documentary Papyri, P.Oxy. 50 3564
Not analysed yet
Γάϊος Καλπούρνιος Αὐρήλιος Θέων ἀπὸ Μουσείου καὶ ὡς χρηματίζω, διʼ ἐμοῦ Αὐρηλίου Νείλου τοῦ καὶ Πατερμουθίου λογοπράκτορος, Αὐρηλίῳ Ἀπίωνι ἐπισφραγιστῇ Σενεκελεὺ ιγ ἔτους χαίρειν. ἔσχον πάραυτα ἀπὸ διαστολικοῦ πυροῦ ἀρτάβας πέντε, γίνονται πυροῦ ἀρτάβαι ε. κυρία ἡ ἀποχὴ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκράτορος Καίσαρος Γαΐου Ἰουλίου Οὐήρου Μαξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαῶφι ζ. Αὐρήλιος Νεῖλος ὁ καὶ Πατερμοῦθις σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας ε.