Ancient Greek
P.Oxy. 50 3565
Documentary Papyri, P.Oxy. 50 3565
Not analysed yet
λαογράφοις Ἰσίου Παγγᾶ παρὰ Αὐρηλίου Ἀνεικήτου Πλουτάρχου ἄρξαντος βοαγείαν βουλευτοῦ τῆς Ὀξυρυγχιτῶν πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Βασιλέως τοῦ ἡγεμονεύσαντος ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος α ἔτους Μάρκων Ἰουλίων Φιλίππων Καισάρων τῶν κυρίων κατʼ οἰκίαν ἀπογραφὴν τὸ ὑπάρχον μοι ἐν κώμῃ Ἰσίου Παγγᾶ ἐν τοῖς ἀπὸ ἀπηλιώτου μέρεσι τῆς κώμης ἐπὶ τοποθεσίᾳ α… δ… πρότερον Βερενεικιανοῦ τοῦ καὶ Σ…α ἐπικαλουμένου Εὐδαίμονος Διογένους μητρὸς Εὐδαιμονίδος ἀπὸ τῆς αὐτῆς πόλεως καὶ αὐτὸ πρότερον τοῦ πατρὸς καὶ πάππου Ὡρείωνος τοῦ καὶ Βερενεικιανοῦ τέταρτον μέρος ψιλῶν τόπων ἐν οἷς περιστερεὼν καὶ ἕτερα χρηστήρια, καὶ ὀμνύω τὸν Ῥωμαίοις ἔθιμον ὅρκον μὴ ἐψεῦσθαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Φαρμοῦθι ι. Αὐρήλιος Ἀνείκητος Πλουτάρχου ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον. ἀνεγράφη παρὰ λαογράφοις. κολλημάτων ξθ, ο. κατʼ οἰκίαν ἀπογραφὴ α ἔτους …Ἰσίου Παγγᾶ.