Ancient Greek
P.Oxy. 50 3570
Documentary Papyri, P.Oxy. 50 3570
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀπολλωνίῳ Βησαρίων χαίρειν. ὁ συνκάθεδρος τοῦ ἀπαλλαγέντος ἐπιστρατήγου ἅμα τινὶ ὀφφικιαλίῳ ἐλθὼν πρὸς ἡμᾶς ἔφησεν κτήνη τοῦ πρίγκιπος τοῦ ἡγεμόνος ἐνταῦθα εἶναι ἀριθμῷ δεκαπέντε οἷς χρῄζειν χόρτου μανδακίων πέντε καὶ γράμματα περὶ τοῦ παρασχεθῆναι χόρτον κεκομίσθαι Φιλιάρχῳ τῷ στρατηγῷ παρόντι γραφέντα ὑπὸ τοῦ πρίγκιπος. ἵνʼ οὖν προνοήσῃ τοῦ ἀποσταλῆναι ἐνταῦθα χόρτον γράφω σοι. ἀλλὰ εὐθέως ποίησον ἀποσταλῆναι ἵνα μὴ διὰ τὴν αἰτίαν ταύτην δόξωσίν τι μέμφεσθαι. ἔρρωσό μοι.