Ancient Greek
P.Oxy. 50 3571
Documentary Papyri, P.Oxy. 50 3571
Not analysed yet
Αὐρηλίῳ …νει γενομένῳ ὑπομνηματογράφῳ στρατηγῶι Ἡρακλεοπολίτου παρὰ Αὐρηλίου Παθερμουθίου Ἀνουβίωνος ἀφʼ Ἡρακλέους πόλεως συστάτου ἀμφόδου Ἀπολλωνίου τοῦ ἐνεστῶτος γ ἔτους καὶ β ἔτους. τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Βελλικίου Περεγρείνου κελεύσαντος ὥστε τοὺς ἀποδράντας μεταλλικοὺς ἀναζητηθῆναι, ἀναγκαίως διὰ πάσης τῆς πόλεως ἀναζητήσας …νυκτοστρατήγου καὶ τῷ ἐπιδημήσαντι ἰμαγινίφερι Κρονάμωνι προσφωνῶ τοιούτους μὴ εὑρηκέναι ἐνταῦθα. ἔτους γ Διοκλητιανοῦ καὶ β ἔτους Μαξιμιανοῦ τῶν κυρίων ἡμῶν Σεβαστῶν, Ἁθὺρ ι. Αὐρήλιος Παθερμούθιος ἐπιδέδωκα.