Ancient Greek
P.Oxy. 50 3573
Documentary Papyri, P.Oxy. 50 3573
Not analysed yet
…δο… Αὐρήλιος Ζηναγεν… στρατηγὸς Ὀξυρυγχείτου χαίρειν. ἀκολούθως τοῖς κατὰ πρόσταξιν τοῦ κυρίου μου διασημοτάτου καθολικοῦ Πονπωνίου Δόμνου γραφεῖσιν ὑπὸ τοῦ διασημοτάτου ἐπιτρόπου Ἑπτανομίας Ἀννίου Διογένους ἐνεβαλόμην εἰς τὰ τέως εὑρεθέντα πλοῖα δὺο καὶ ἀπέστειλα εἰς τὴν Ἀπόλλωνος πόλιν διὰ Αὐρηλίων Διογένους Διοσκόρου ἐξηγητ καὶ Ὡρίωνος Κλαυδίου Ἀπ…λλ… τοῦ καὶ Ἰσιδώρου κοσμητοῦ ἀμφοτέρων ἐπιμελητῶν …αλιστου ἀπὸ μὲν θείας διατυπώσεως ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους λίτρας Ἰταλικὰς δισμυρίας δισχιλίας ὀκτακοσίας ἑβδομήκοντα πέντε καὶ ὑπὲρ ἑκατοστῶν δώδεκα λίτρας δισχιλίας ἑπτακοσίας τεσσαράκοντα πέντε γείνονται λίτραι δισμύριαι πεντακισχίλιαι ἑξακόσιαι εἴκοσι ἀπὸ δὲ θείας διατυπώσεως …λίτρας πεντακισχιλίας ἑξακοσίας πεντήκοντα …καὶ ὑπὲρ ἑκατοστῶν δώδεκα λίτρας Ἰταλικὰς ἑξακοσίας ἑβδομήκοντα ὀκτὼ …ιμ… γίνονται λίτραι ἑξακισχίλιαι τριακόσιαι τριάκοντα τέσσαρες …ἐπὶ τὸ αὐτὸ λίτρας Ἰταλικὰς τρισμυρίας χιλίας ἐνακοσίας πεντήκοντα τέσσαρας …ραφω…