Ancient Greek
P.Oxy. 50 3574
Documentary Papyri, P.Oxy. 50 3574
Not analysed yet
Αὐρηλίῳ Ἀντωνίῳ τῷ διασημοτάτῳ ἡγουμένῳ Αἰγύπτου Ἡρκουλείας παρὰ Αὐρηλίου Μάλχου Ἐιωνάθου ἀπὸ ὁρίων Ἐλευθεροπόλεως τῆς Νέας Ἀραβείας. ἠγγυησάμην, κύριε, Σαειβᾶν ἀπὸ Σκηνῶν τῶν ἐκτὸς Γέρρους παρὰ Διδύμῳ Περδίκα ἀπὸ Βουβάσθου ἀργύρια, ἀλλά, ὡς τὴν ἀπόδοσιν οὐκ ἐποιεῖτο ἐκεῖνος, ἐπεσχέθη ὑπὸ τοῦ Διδύμου οἰνικός μου κέραμος, ὃς καὶ παραμείνας ἐπὶ πολὺν χρόνον ἐν τῇ ἐποχῇ εἰς φαυλότητα μετὰ ταῦτα ἐτράπη καὶ ζημίας αἴτιός μοι γέγονεν. ὑπὸ γὰρ σφραγῖδας αὐτοῦ ἐτύγχανεν καὶ τὴν κλεῖν εἶχεν παρʼ ἑαυτῷ καί μοι τότε ἐπειγομένῳ ἀποδοῦναι τὰ ἀργύρια καὶ δέξασθαι τὰ ἐμαυτοῦ, τοῦτο ποιεῖν οὐ συνεχώρει. ἐπεὶ τοίνυν δίκαιόν ἐστιν περισωθῆναί μοι τὸν οἶνον τὸν ἀπολωλότα, ἀξιῶ δοῦναί μοι δικαστὴν κατʼ αὐτοῦ ὃν ἐὰν τὸ μεγαλεῖόν σου δοκιμάσῃ. διευτύχει. Αὐρήλιος Μάλχος ἐπιδέδωκα. Αὐρήλιος …ος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. α…