Ancient Greek
P.Oxy. 51 3620
Documentary Papyri, P.Oxy. 51 3620
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Μεχεὶρ η. Αὐρηλίοις Ἀφθονίῳ καὶ Τιμοθέῳ ἀμφοτέροις νυκτοστρατήγοις τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Θωνίου Ὀννώφριος ἀπὸ τῆς αὐτῆς …πόλεως. κατὰ τὴν χθὲς ἡμέραν, τῆς ἡμετέρας συμβίου κατʼ οἶκον τυγχανούσης, Ταπῆσίς τις, ἅμα τῇ ἑαυτῆς οἰκέτιδι Οὐϊκτωρᾶι, ἑσπεριναῖς ὥραις ἐν τοῖς πολὺ ἄπωθεν τῆς ἡμετέρας οἰκίας οἰκοῦσα, ἐπιστᾶσα ὕβρεις προσετρίψατο τῇ συμβίῳ μου ἀρρήτους, ὥστε μὴ μόνον τὴν ἐσθῆτα αὐτῆς διαρραγῆναι ἀλλὰ καὶ σῶμα, προσενεχθεισῶν …νπλω…ν αὐτὴν συμβίῳ μου …κ…ης χρυσίου. ἐπεὶ τοίνυν …τὴν βιβλιδίων ἐπίδοσιν ποιοῦμαι ἀξιῶν …μαῖαν ἐπισταλεῖσαν ὑφʼ ὑμῶν ἀπαντῆσαι καὶ σημειώσασθαι τὴν διάθεσιν αὐτῆς καὶ ἐνγράφως προσφωνῆσαι καὶ τῆς προσφωνήσεως γεγενημένης καὶ γνωσθέντος τοῦ ἀτοπήματος ἐγγύας αὐτὰς παρασχέσθαι ἵνʼ εἰ συμβαίη τι τῇ συμβίῳ μου ἡ δέουσα ἐκδικία γένηται παρὰ τῷ ἀχράντῳ δικαστηρίῳ τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Τιβερίου Φλαυΐου Λαίτου.