Ancient Greek
P.Oxy. 51 3621
Documentary Papyri, P.Oxy. 51 3621
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Αὐγούστου τὸ η καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ δ. Αὐρηλίῳ Πλουτίωνι πραιποσίτῳ γ πάγου παρὰ Αὐρηλίων Πεττίριος Παελαίνους τεσσεραρίου καὶ Παυσᾶ Βησᾶτος καὶ Πανεχώτου Ἡρακλέου κωμαρχῶν κώμης Σενεκελεὺ γ πάγου. δίδομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ εἰς τὰς παρακιμένας χρείας τῆς εὐτυχούσης γ ἰνδικτίωνος τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὴν χρείαν. εἰσὶ δὲ Αὐρήλιοι σιτολόγος ἐπὶ ἀχύρου Παυσῖρις Παμμάχου Ἁτρῆς Ἀμμωνίου Κλᾶρος Πανεχώτου Παυσᾶς Παταύριος ἐπὶ κρέως ἐπὶ στιχαρίων καὶ παλλίων Παπνοῦθις Μούϊτος Παελένης Ἀμοϊτᾶ Ἁτρῆς Σιλβανοῦ Ἁτρῆς Τάχιος οἱ πάντες ἀπὸ τῆς αὐτῆς κώμης. ὑπατείας τῆς προκειμένης, Παχὼν ιε. Αὐρήλιοι Πετσεῖρις τεσσεράριος καὶ Παυσᾶς καὶ Πανεχώτης οἱ προγεγραμμένοι ἐπιδεδώκαμεν. Αὐρήλιος Ἰσίων Ἡρᾶτος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.