Ancient Greek
P.Oxy. 54 3739
Documentary Papyri, P.Oxy. 54 3739
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαουίου Οὐαλερίου Κωνσταντίνου καὶ Λικινιανοῦ Λικινίου Σεβαστῶν τὸ β. Οὐαλερίῳ Ἥρωνι τῷ καὶ Σαραπίωνι λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ἀρτυματοπωλῶν τῆς αὐτῆς πόλεως διὰ Εὐαγγέλου…ωνος. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μὴ ἐψεῦσθαι. ἔστι δέ· …ου ἀρτάβης α ……ἀρτάβης α τάλαντον α δηνάρια ψ …ἀρτάβης α δηνάρια ψν μ…ς δεσμιδίου α δηνάρια κε κ… ἀρτάβης α δηνάρια Ασν …ἀρτάβης α δηνάρια Ασν …ς ἀρτάβης α δηνάρια Ασν …ἀρτάβης α τάλαντον α …ἀρτάβης α τάλαντον α δηνάρια ψν ὑπατείας τῆς αὐτῆς, Θὼθ λ. Αὐρήλιος Εὐάγγελος προσφωνῶ ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.