Ancient Greek
P.Oxy. 54 3740
Documentary Papyri, P.Oxy. 54 3740
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαυίου Οὐαλερίου Κωνσταντίνου καὶ Λικινιανοῦ Λικινίου Σεβαστῶν τὸ β. Οὐαλερίῳ Ἥρωνι τῷ καὶ Σαραπίωνι λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν καπήλων τῆς αὐτῆς πόλεως διὰ ἡμῶν Θεοδώρου Σαραπίωνος καὶ Διοδώρου Διονυσίου μηνιαρχῶν. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνοῦμεν τὴν ἑξῆς τιμὴν ὧν χειρίζομεν ὠνίων καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μὴ ἐψεῦσθαι. ἔστι δέ· οἴνου Ὀασιτικοῦ ξέστου α δηνάρια οε κνιδίου Θηβαϊκοῦ ξέστου α δηνάρια οε ὑπατείας τῆς αὐτῆς, Θὼθ λ. Αὐρήλιοι Θεόδωρος καὶ Διόδωρος προσφωνοῦμεν ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.