Ancient Greek
P.Oxy. 54 3742 Ro
Documentary Papyri, P.Oxy. 54 3742
Not analysed yet
Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ὑελουργῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου Ἀρείωνος …του. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· ὑέλου ὁλκῆι κεντηναρίου α τάλαντα δ. ὑπατείας Ὀουϊνίου Γαλλικανοῦ καὶ Καισωνίου Βάσσου τῶν λαμπροτάτων, Ἁθὺρ λ. Αὐρήλιος Ἀρείων ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Παθερμοῦθις ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.