Ancient Greek
P.Oxy. 54 3743 Ro
Documentary Papyri, P.Oxy. 54 3743r
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Οὐαλερίῳ Διοσκουρίδῃ τῷ καὶ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν λευκαντῶνν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διʼ ἡμῶν Αὐρηλίων Μαξίμου Σαρμάτου καὶ Παθερμουθίου Σαραπίωνος μηνιαρχῶν. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνοῦμεν τὴν ἑξῆς ἐγγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· λίνων παντοίων λευκῶν τοῦ μὲν τρυφεροῦ λίτρας α τάλαντον α δηνάρια α… τοῦ δὲ κοινοῦ λίτρας α …ὑποδεεστέρων χωρικῶν λίτρας α …ὑπατείας τῆς προκειμένης, …Αὐρήλιοι Μάξιμος καὶ Παθερμούθιος ἐπιδεδώκαμεν προσφωνοῦντες ὡς πρόκειται. …ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.