Ancient Greek
P.Oxy. 54 3746 Ro col. 2
Documentary Papyri, P.Oxy. 54 3746col2
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῶ τῷ καὶ Γεροντίῳ λογιστῇ διὰ Ἑρμίνου διαδεχομένου στρατηγίαν Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Ὡρίωνος Ἀλεξάνδρου ἀπὸ Ὀξυρύγχων πόλεως καὶ Ἀμμωνᾶ Παὸλ ἀπὸ κώμης Δωσιθέου η πάγου. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Αὐτοκρατόρων καὶ Καισάρων παρειληφέναι Κ…υμον ἐγγυητὴν Χαρι…νης δούλης Πλουτίωνος ἐπὶ τῷ ἡμᾶς τὴν τούτου τήρησιν καὶ παραφυλακὴν ποιήσασθαι νύκτωρ τε καὶ μεθʼ ἡμέρας ἄχρις ἂν αὐτὸν παραστήσωμεν τῇ τάξει τοῦ διασημοτάτου ἡγεμόνος Οὐαλερίου Ζίπερος καὶ τῆς παραστάσεως γράμματα ἐποίσειν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ. ὑπατείας τῆς αὐτῆς, Φαμενὼθ κη. Αὐρήλιοι Ὡρίων καὶ Ἀμμωνᾶς παρειλήφαμεν τὸ πρόσωπον καὶ παραστήσομεν ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ τοῦ ἄλλου γράμματα μὴ εἰδότος.