Ancient Greek
P.Oxy. 54 3746 Ro col. 3
Documentary Papyri, P.Oxy. 54 3746col3
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ διὰ Ἑρμίνου διαδεχομένου στρατηγίαν Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Φιλουμένου Θωνίου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως προπομποῦ. ὀμνύω τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Αὐτοκρατόρων καὶ Καισάρων παρειληφέναι Μαξίμαν γυναῖκα Ἱέρακος υἱοῦ Κασιανοῦ γαμβροῦ Ἀγαθίνου ἐπὶ τῷ με τὴν ταύτης τήρησιν καὶ παραφυλακὴν ποιήσασθαι νύκτωρ τε καὶ μεθʼ ἡμέρας ἄχρις ἂν αὐτὴν παραστήσω τῇ τάξει τοῦ διασημοτάτου ἡγεμόνος Οὐαλερίου Ζίπερος καὶ τῆς παραστάσεως γράμματα ἐποίσειν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. ὑπατείας τῆς αὐτῆς, Φαμενὼθ κθ. Αὐρήλιος Φιλούμενος Θωνίου παρείληφα τὸ πρόσωπον καὶ παραστήσω ὡς πρόκειται.