Ancient Greek
P.Oxy. 54 3748
Documentary Papyri, P.Oxy. 54 3748
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ διοικοῦντι λογιστείαν Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν σταγματοπωλῶν τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου Ἀμμωνίου Τρύφωνος. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· στάγματος τὸ κνίδιον α δηνάρια φ …ὑπατείας τῆς προκειμένης, Φαμενὼθ λ. Αὐρήλιος Ἀμμώνιος ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.