Ancient Greek
P.Oxy. 54 3749
Documentary Papyri, P.Oxy. 54 3749
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ διοικοῦντι λογιστείαν Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν γαροπωλῶν τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου Ἀρτεμιδώρου Διογένους. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· γάρου ξέστου α δηνάρια κη. ὑπατείας τῆς προκειμένης, Φαμενὼθ λ. Αὐρήλιος Ἀρτεμίδωρος ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.