Ancient Greek
P.Oxy. 54 3753
Documentary Papyri, P.Oxy. 54 3753
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ διοικοῦντι λογιστείαν Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν στιπποχειριστῶν τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως διʼ ἡμῶν Αὐρηλίων Ὡρίωνος Εὐδαίμονος καὶ Ἑρμεία Ὡρίωνος καὶ Ἀλεξάνδρου Ἀντωνίου καὶ Χαιρήμονος …μονος μηνιαρχῶν. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνοῦμεν τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· στιππίου κεχειρισμένου τοῦ μὲν τρυφεροῦ λίτρας α δηνάρια υν. τοῦ δὲ κοινοῦ λίτρας α δηνάρια ρξβ. ὑποδεεστέρων χωρικῶν λίτρας α δηνάρια ρ. ὑπατείας τῆς προκειμένης, Φαμενὼθ λ. Αὐρήλιοι Ὡρίων καὶ Χαιρήμων καὶ Ἑρμίας καὶ Ἀλέξανδρος διʼ ἐμοῦ τοῦ προκειμένου Ὡρίωνος ἐπιδεδώκαμεν προσφωνοῦντες ὡς πρόκειται.