Ancient Greek
P.Oxy. 54 3752
Documentary Papyri, P.Oxy. 54 3752
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ διοικοῦντι λογιστείαν Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν λευκαντῶν τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως διʼ ἡμῶν Αὐρηλίων Μαξίμου Σαρμάτου καὶ Παθερμουθίου Σαραπίωνος μηνιαρχῶν. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνοῦμεν τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· λίνων παντοίων λευκῶν τοῦ μὲν τρυφεροῦ λίτρας α τάλαντον α δηνάρια ρκε. τοῦ δὲ κοινοῦ λίτρας α δηνάρια ωοε. ὑποδεεστέρων χωρικῶν λίτρας α δηνάρια φ. ὑπατείας τῆς προκειμένης, Φαμενὼθ λ. Αὐρήλιοι Μάξιμος καὶ Παθερμοῦθις ἐπιδεδώκαμεν προσφωνοῦντες ὡς πρόκειται. Αὐρήλιος Σαρμάτης ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.