Ancient Greek
3758.r.30 to 3758.r.54
Documentary Papyri, P.Oxy. 54 3758.r.30-54
Not analysed yet
α… ἀποδοῦναι μέχρι ἀσσαρίου ἑνός . Λευκάδιος πρύτανις εἶπεν· λαβὲ σὺ τὰ στιχάρια καὶ πώλει ἢ ὃ θέλεις πρᾶττε· μόνον δός μοι ἀσφάλειαν. πίστιν ἐγὼ ἔσωσα. ὁ λογιστὴς εἶπεν· πόσα στιχάρια ἠγάγετε τῶν ταλάντων Ζ παρὰ τῶν δημοτῶν; Λευκάδιος πρύτανις εἶπεν· εἰς πάντα λόγον ἠνέχθη στιχάρια ρν ἑκάστου στιχαρίου δηναρίων μυριάδων ϛ 𐅵καὶ ὑπὲρ ἀναλωμάτων δηνάρια Ε ἀνάλωται. δίδωμί σοι τὸν λόγον εἰς ἕκαστον κατὰ τὴν κέλευσιν τοῦ κυρίου μου τοῦ διασημοτάτου ἡγεμονεύσαντος Σαβινιανοῦ. ὁ λογιστὴς εἶπεν· δ… ἢ δὸς οἷς βούλει τὰ στιχάρια οἵας βούλει τιμῆς. πάντως γὰρ δεῖ κατὰ τὴν πρόσταξιν τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου τὸ ἀργύριον ἑαυτῶν μέχρι ἀσσαρίου ἑνὸς ἀπολαβεῖν. ἔτους ιθ θ Φαμενὼθ ζ, ὑπατείας Πρόκλου καὶ Παυλίνου. …φάνου παρέδρου. Θέων ῥήτωρ εἶπεν· Σαραπίων Ἀφυγχίου ἐπὶ παρούσῃ Ἑλένῃ γυναικὶ αὐτοῦ. τὴν γαμετὴν ἑαυτοῦ περιγραφομένην θεωρῶν ὁ βοηθούμενος λόγῳ μὲν καὶ τῷ δοκεῖν τῇ ἐντυχίᾳ κέχρηται ἀνενεγκὼν ἐπὶ τὴν ἡγεμονίαν τὴν τότε, ἔργοις δὲ καὶ αὐταῖς ταῖς δυνάμεσιν ἴδιον κτῆμα ἡγούμενος εἶναι ταῦτα τὰ εἰς τὴν γυναῖκα μεταπηδήσαντα ὁμοίως τὴν ἐκδικίαν. ποιούμενος τῇ αὐτῇ ἀναφορᾷ κέχρηται. καὶ ἑξῆς λέγοντος ὁ λογιστὴς εἶπεν· περιττῶς μὲν ἀνήνεγκεν ἐπὶ τὴν ἡγεμονίαν· ἐπειδὴ δὲ ἁπαξαπλῶς νόμος ἐστὶν ὥστε τοὺς χαμαιδικαστὰς ἀκοῦσαι τοιούτων τῶν πραγμάτων, δίδωμι τὴν ἀκοὴν τῷ πράγματι καὶ ἀκούω τῆς ὑποθέσεως. Θέων ῥήτωρ εἶπεν· ἕστηκεν ἡ γυνὴ …τοῖς ἀνενεχθεῖσιν καὶ τοῖς λεγομένοις ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. ἐκγόνων τοίνυν ἰδίων κόσμον περιποιησάμενος χρύσινον παρέθετο τῇ ἑαυτοῦ γαμετῇ. ταῦτα τὰ εἴδη ἡ παῖς ὡς ἂν πρὸς πλείονα φυλακὴν παρέθετο τῇ μητρὶ τῇ τοῦ βοηθουμένου· ἐκείνη καλῶς ποιοῦσα ἡνίκα …βουλημάτιον συνισταμένη ἠθέλησεν πάντα τὰ εἴδη ἀποκατασταθῆναι τῇ παιδί. καὶ ἑξῆς λέγοντος ὁ λογιστὴς εἶπεν· τὸ βουλημάτιον διαλέγεται παραθήκην εἶναι καὶ δεῖν ἀποκατασταθῆναι τῇ παιδὶ ἢ οὐ; Θέων ῥήτωρ εἶπεν· οὕτως ἔχει καὶ ἀναγινώσκω.