Ancient Greek
3758.v.1 to 3758.r.29
Documentary Papyri, P.Oxy. 54 3758.v.1-3758.r.29
Not analysed yet
…ὑπομνήματα μηνὸς …ὑπομνήματα μηνὸς Φαμενὼθ τοῦ ιθ θ ἔτους ἐπὶ Διοσκουρίδου λογιστοῦ πρὸς καταχωρισμόν. …ι… ἐπὶ παρόντων …αρχο… προπολιτευομένων καὶ Τείρωνος Ἡρακλείδου καὶ πλείστου μέρους τῶν δημοτῶν διὰ Σαραπίωνος Ταυς… καὶ Παράμμωνος καὶ Ἄμμωνος καὶ Ἀμμωνίου καὶ ἄλλων. ὁ λογιστὴς εἶπεν· κατὰ τὴν ἀρχὴν κελευσθέντες ὑπὸ τοῦ διακοσμήσαντος τὸν θρόνον τῆς ἡγεμονίας Σαβινιανοῦ ὥστε ἀπαιτῆσαι εἴτε κτήτορας ἢ βουλευτὰς παγανοὺς ἀριθμὸν χρημάτων, οὕτως ἀπῃτήσατε καθὼς προστέτακται. νῦν δὲ γράμματα ἐκομισάμην τῆς ἀνδρείας τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου τ… τῶν παγανῶν …θῆναι ἐκ πλήρους μέχρι ἀσσαρίου ἑνός . ἐπεὶ οὖν μετεκαλεσάμην ὑμᾶς τοὺς γενομένους συνωνητὰς τῶν στιχαρίων ὀνομασθέντας καὶ πεμφθέντας ὑπὸ τοῦ αὐτοῦ ἡγεμονεύσαντος Σαβινιανοῦ ὥστε τοὺς δημότας λαβεῖν αὐτῶν τὸ ἀργύριον τὸ προσταχθὲν ὑπὸ τῆς ἀρετῆς τοῦ αὐτοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου παραινῶ ὑμῖν ὥστε δοῦναι αὐτοῖς τὸ ἀργύριον καὶ εἰ μὲν βούλονται βουλευταὶ ἢ κτήτορες καθὼς προστέτακται ὑπὸ τῆς μείζονος ἐξουσίας συνωνήσασθαι τὰ στιχάρια ἃ ἐλέγετε ἐνηνοχέναι δύνανται πωλεῖν οἵας τιμῆς βούλονται. Λευκάδιος ἀπεκρίνατο· ὁ κύριος μου ὁ διασημότατος πρὸς τῇ ἡγεμονίᾳ γενόμενος Σαβινιανὸς προσέταξεν ἀπαντῆσαι ἡμᾶς εἰς Τύρον καὶ τὴν συνωνὴν τῶν παραγαυδίων ποιήσασθαι καὶ ἀνέστειλα ἀντʼ ἐμαυτοῦ τὸν βοηθὸν καὶ τὴν συνωνὴν πεποίηται ἑκάστου στιχαρίου δηναρίων μυριάδων ϛ Ε χωρὶς τῶν ἀναλωμάτων καὶ ἠνέχθη τὰ στιχάρια καὶ ἐνταῦθα ἐστιν καὶ εἰ μὲν βούλει ταῦτα ἐνέγκαι πρὸς σὲ καὶ διαδοῦναι οἷς βούλει καὶ δὴ εἰπέ· μόνον ἀσφάλειαν θέλω ε…ραθ… οὐδὲ γὰρ τὸ ἀργύριον οι… …α… δύναμαι ἅψασθαι. ὁ λογιιστὴς εἶπεν· τὰ στιχάρια οὐ λαμβάνουσι οἱ παγανοί, οὐ γὰρ ἐκελεύσθησαν λαβεῖν, ἀλλὰ τὸ ἀργύριον ὅπερ καὶ παρὰ τὴν εὐχὴν δεδώκασι. εἰ μὲν οὖν παρεκομίσατε τὰ στιχάρια, τοῖς συνβουλευταῖς δύνασθε παραχωρῆσαι τοῖς κελευσθεῖσιν ὠνήσασθαι καὶ τοῖς κτήτορσιν καὶ δοῦναι τὸ ἀργύριον τοῖς παγανοῖς· ποιήσατε. Λευκάδιος πρύτανις εἶπεν· ἐγὼ ἀλλότριός εἰμι τῶν παγανῶν· παραγαύδια ἠνέχθη· λαβέ, δός μοι ἀσφάλειαν καὶ δὸς οἷς βούλει. ὁ λογιστὴς εἶπεν·