Ancient Greek
P.Oxy. 54 3770
Documentary Papyri, P.Oxy. 54 3770
Not analysed yet
Αὐρηλίῳ Ἰουλιανῷ συνδίκῳ τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίας Πτολέμας Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως. τὴν ἡμετέραν θυγατέρα Ἄριλλαν Διογένους…μη… ἐκδέδωκα ἀνδρὶ Θέωνί τινι πρὸς γάμον …τουτ…ρων ἐξ ἧς καὶ υἱὸν ἔσχεν ἄρρενα ὃν ἐγαλακτοτρόφησεν ἐπὶ ἕναἥμισυ ἐνιαυτὸν καὶ οὔτε τῷ παιδὶ τὰς τροφὰς οὔτε τῇ γυναικὶ ἑαυτοῦ ἐπεκούρησεν ἀλλʼ ἤδη καὶ ἐν ἀλλοδαπῇ γενόμενος πολλῷ χρόνῳ τὰ μὲν στρώματα αὐτοῦ λαβὼν α…σεν καὶ ἐν χηρείᾳ τὴν ἐμὴν θυγατέρα καταλείψας πειρᾶται καὶ τὰ ἕδνα ἅπερ τότε παρέσχεν ἀπαιτεῖν με τῆς ἐμῆς ἀσθενείας καταφρονήσας· ὅθεν οὐ φέρουσα τὴν τοῦ ἀνδρὸς ἀσυνειδησίαν ἐπιδίδωμι τὰ βιβλία ἀξιοῦσα εἰ τῇ αὐτῇ αὐθαδίᾳ ἐπιμένοι καὶ τοὺς νόμους παρεκτ…τους… …ν δικαι… γάμων ὡρισμένους α…α… …τροφὰς τοῦ τε υἱοῦ αὐτοῦ καὶ τῆς γαμετῆς ὑπο …μηδὲ βουλόμενον διδόναι μηδὲ βιότιον αὐτὸν …ἀλλοτριοῦσθαι αὐτὴν τοῦ ἀνδρὸς. ὑπατείας Φλαουίου Ὀπτάτου πατρικίου καὶ Ἀνικίου Παυλίνου τῶν λαμπροτάτων, Φαμενὼθ λ. Αὐρηλία Πτολέμα ἐπιδέδωκα.