Ancient Greek
P.Oxy. 54 3771
Documentary Papyri, P.Oxy. 54 3771dupl
Not analysed yet
ὑπατείας Οὐιρίου Νεπωτιανοῦ καὶ Τεττίου Φακούνδου τῶν λαμπροτάτων ,Παχὼν ϛ. Φλαουΐῳ Ἰουλιανῷ διοικοῦντι συνδικίαν Ὀξυρυγχίτου παρὰ Αὐρηλίας Ἀλλοῦτος Θωνίου ἀπὸ κώμης Τααμπεμοῦ ε πάγου. ἑσπεριναῖς ὥραις τῇ χθὲς ἡμέρᾳ ἡμέτεροι χοῖροι δύο τὴν ὁρμὴν ποιούμενοι ἐπὶ ἡμέτερον ἔδαφος γενόμενοι ἐν ὑδραγωγίῳ μηχανῆς τῶν ἡμετέρων πεδῶν καὶ Παβάνου τινὸς ἀπὸ τῆς αὐτῆς κώμης, ὁ προειρημένος Παβᾶνος παρατυχὼν ἔχων μετὰ χεῖρας ξοΐδιον ἀνελεῖν τοὺς χοίρους βουλόμενος καὶ τοῦτον ἐπισχοῦσα ὡς μηδαμῶς ἀδικηθέντα ὑπὸ τῶν χοίρων καὶ ἀποσχόμενος τῆς πρὸς τοὺς χοίρους ἐπελεύσεως ἐμοὶ ἐπελήλυθεν βουλόμενός με καταποντίσαι ἐν ὑδραγωγίῳ ὡς εἰ μὴ ἔκ τινος προνοίας τὴν …ν τῶν ἐπαντλούντων βοῶν ……μην ὑπʼ αὐτοῦ ἐν ὑδραγωγίῳ ……τι…