Ancient Greek
P.Oxy. 55 3781
Documentary Papyri, P.Oxy. 55 3781
Not analysed yet
Ῥάμμιος Μαρτιᾶλις στρατηγοῖς …νομῶν χαίρειν. ἐπὶ σωτηρίᾳ τοῦ σύνπαντος ἀνθρώπων γένους ἴστε τὴν ἡγεμονίαν παρὰ τοῦ θεοῦ πατρὸς διαδεδέχθαι Αὐτοκράτορα Καίσαρα Τραϊανὸν Ἁδριανὸν Ἄριστον Σεβαστὸν Γερμανικὸν Δακικὸν Παρθικόν. εὐχόμενοι οὖν πᾶσι θεοῖς αἰώνιον αὐτοῦ τὴν διαμονὴν ἡμῖν φυλαχθῆναι στεφανηφορήσομεν ἐφʼ ἡμέρας ι, ὅπερ καὶ τοῖς ὑφʼ ἑαυτοὺς νομοῖς φανερὸν ποιήσητε. ἔτους α Μεσορὴ ἐπαγομένων β. Λητοπολίτου, Μεμφείτου, Ἀρσινοΐτου, Ἀφροδιτοπολίτου, Ἡρακλεοπολίτου, Ὀξυρυγχίτου, Ὀάσεως ζ νομῶν, Κυνοπολίτου, Ἑρμοπολίτου …