Ancient Greek
P.Oxy. 55 3782
Documentary Papyri, P.Oxy. 55 3782
Not analysed yet
…Ἡλιοδώρῳ βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Εὐδαιμωνίδος ἀπελευθέρας Ἑλληνί… μετὰ κυρίου Χαιρᾶτος ἀπελευθέρου Πετοσίριος ἀμφοτέρων ἀπὸ κώμης Παλώσεως. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Γαΐου Καλουϊσίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος τὰ νῦν κτηθέντα μοι εἰς τὴν ἐνεστῶσαν ἡμέραν πρόβατα λη ἀρνία ιβ αἶγας β, ἃ καὶ νεμήσεται περὶ κώμην Παλῶσιν καὶ διʼ ὅλου τοῦ νομοῦ ἀκωλύτως διὰ νομέως …κω… ἀπελευθέρου Διοσκοῦτος ἀπʼ Ὀξυρύγχων πόλεως καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Μᾶρκον Αὐρήλιον Ἀντωνῖνον Σεβαστὸν Ἀρμενιακὸν Μηδικὸν Παρθικὸν Γερμανικὸν Μέγιστον ἃ καὶ ἀπεγραψάμην παρὰ Ἀκυλίῳ Καπιτωλίνῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, …ι. …