Ancient Greek
P.Oxy. 55 3802
Documentary Papyri, P.Oxy. 55 3802
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίου ἐπιφανεστάτου Καίσαρος τὸ β. Αὐρηλίῳ Πλωτείνῳ Εὐδαίμονος ἐξηγητ βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Ἀκούειτος Ἄπιτος μητρὸς Τσενθώνιος ἀπὸ τῆς αὐτῆς πόλεως καταγεινομένου ἐν ἐποικίῳ Ψενεῦαρ περὶ Σενέπτα. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ιγ καὶ ιβ καὶ ε ἔτος ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Σενέπτα …βεν ἀπὸ ἀρουρῶν ε… ἄρουραν μίαν ἥμισυ ὥστε ταύτην ξυλαμῆσαι χόρτῳ φόρου τῆς αὐτῆς ἀρούρης μιᾶς ἡμίσους ἀργυρίου δραχμῶν χιλίων, γίνονται δραχμαὶ Α, ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὸν φόρον ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσω τὸν φόρον τῷ Παχὼν μηνὶ ἀνυπερθέτως γεινομένης τῆς πράξεως παρά τε ἐμοῦ ὡς καθήκει. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους ιγ καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ε ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Ἁθὺρ δ. Αὐρήλιος Ἀκοῦεις ἐπεδεξάμην εἰς μίσθωσιν ἄρουραν μίαν ἥμισυ καὶ ἀποδώσω τὸν φόρον ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σιλβανὸς ὁ καὶ Θώνιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.