Ancient Greek
P.Oxy. 55 3803
Documentary Papyri, P.Oxy. 55 3803
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐου Οὐαράνου τοῦ λαμπροτάτου, Μεσορὴ κγ. Φλαουΐῳ Θεοδώρῳ τῷ λαμπροτάτῳ γεουχῷ Αὐρήλιος Ἠλίας Τούρβωνος ἀπὸ κώμης Ψώβθεως ἐνάτου πάγου τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν πεδίοις τῆς αὐτῆς κώμης Ψώβθεως ἀπὸ μηχανῆς ἐξηρτισμένης πάσῃ ξυλικῇ καταρτίᾳ καὶ σιδηρώσει ζυγὸν ἕνα πρότερον ὑπὸ Ἀείοξ Ἀφοῦτος καὶ ἄμπελον τὸ πρὶν ὑπὸ Ἀνοῦθιν σὺν ταῖς ὑποστελλούσαις ἀρούραις ὀκτώ ,ἢ ὅσαι ἐὰν ὦσι, ἀκολούθως προτέροις ἀπαιτησίμοις, …ς τῆς ἑνδεκάτης νέας ἰνδικτίονος εἰς τὸ διηνεκές, ἐπὶ τῷ ἐμὲ μισθώσασθαι καὶ τελέσαι τὸν προτελούμενον φόρον καὶ πάντα τὰ ἔκτακτα καθʼ ὁμοιότητα τῶν ἄλλων μηχανῶν ἀκολούθως ἀπαιτησίμοις καὶ ἀντλῆσαι τε…ς ὕδασιν εἰς τὴν προκειμένην ἄμπελον, βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσω τὸν φόρον τῷ δέοντι καιρῷ ἀνυπερθέτως. κυρία ἡ μίσθωσις δισσὴ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἠλίας ὁ προκίμενος μεμίσθωμαι τὸ ἥμισυ τῆς μηχανῆς ἢ ζυγὸν πρότερον Ἀνουθίου καὶ τελέσω τὸν φόρον τὸν προτελούμενον ἀπὸ τῆς νέας ἑνδεκάτης ἰνδικτίωνος καὶ τελέσω πάντα τὰ ἔκτακτα ……ὡς πρόκιται. Φλαύϊος Καστρ…νος …να ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος.