Ancient Greek
3804.10.226 to 3804.10.245
Documentary Papyri, P.Oxy. 55 3804.10.226-245
Not analysed yet
ὑπὲρ τιμῆς χλωροῦ ἄρουρ …ἀγορασθεις παρὰ Ἀπολλῶ Λοσῖ ἀπὸ Πακιὰκ εἰς τροφὰς τῶν ζῴων τοῦ βαδιστικοῦ στάβλου ἐπὶ τῆς ιδ ἰνδικτίωνος χλωροφαγίας ιε Φαμενὼθ δ ἰνδικτίωνος ιδ νόμισμα α παρὰ κεράτια δ 𐅵ὑπὲρ ἥλων λιτρῶν ρλβ ἀγορασθεισῶν εἰς χρείαν τῆς διορθώσεως τοῦ γεουχικοῦ κατωτίου νομίσματα δ παρὰ κεράτια ιη, ὁμοίως ὑπὲρ τιμῆς ἥλων ἄλλων λιτρῶν ρλβ ἀγορασθεισῶν ἐπὶ μηνὸς Παῦνι κε νομίσματα δ παρὰ κεράτια ιη καὶ ὑπὲρ τιμῆς ἐλαίου ἀγορασθέντος εἰς χρείαν τοῦ αὐτοῦ κατωτίου νομίσματα β παρὰ κεράτια θ καὶ Ἰωάννῃ νοταρίῳ καὶ ἐπικειμένῳ τῷ ἔργῳ τοῦ αὐτοῦ κατωτίου λόγῳ ἀναλωμάτων τῶν ἀπὸ μηνὸς Φαρμοῦθι κη ἕως Ἐπεὶφ α ἡμερῶν ξδ ἡμερουσίως κερατίου 𐅵κεράτια λβ νόμισμα α γ παρὰ κεράτια ϛ γίνεται νομίσματα ια γ παρὰ κεράτια να ὑπὲρ τιμῆς λεπιδίων ὁμοίως ἀγορασθέντων εἰς χρείαν τοῦ γεουχικοῦ κατωτίου Ἐπεὶφ λ ἰνδικτίωνος ιδ νόμισμα α παρὰ κεράτια δ 𐅵ὑπὲρ τιμῆς κηπαρισσίων δ ἀγορασθέντων παρὰ Ἀνοῦπ ἀτόπου ναύτου εἰς διόρθωσιν τοῦ αὐτοῦ γεουχικοῦ κατωτίου ἐπὶ μηνὸς Παχὼν ιδ ἰνδικτίωνος ιδ νομίσματα ιβ παρὰ κεράτια νδ τοῖς πρίσταις πρίσασι κηπαρίσσια ξύλα εἰς χρείαν τοῦ κατωτίου πλοίου τοῦ ποτε τοῦ μακαρίου Σχολαστικίου μετὰ τὸ δοθὲν αὐτοῖς νόμισμα α διὰ Φιλοξένου προνοητοῦ Νετνήου καὶ νῦν διὰ σοῦ ἐπὶ μηνὸς Παῦνι ιε ἰνδικτίωνος ιδ νόμισμα α παρὰ κεράτια δ 𐅵ὑπὲρ τιμῆς μανδακ καὶ σχοινίων ἀγορασθέντων εἰς χρείαν τῶν γεουχικῶν καμήλων Ἁθὺρ ιη ἰνδικτίωνος ιδ νομίσματα β παρὰ κεράτια θ τοῖς γ καμηλαρίοις λόγῳ ὀψωνίου τῆς ιδ ἰνδικτίωνος Μεχεὶρ κα ἰνδικτίωνος ιδ σίτου καγκέλλῳ ἀρτάβαι μη νομίσματα δ 𐅵παρὰ κεράτια ια δ ὑπὲρ τιμῆς χαρτῶν ἀγορασθέντων εἰς χρείαν τῶν διφθερῶν καὶ τῶν λόγων καὶ ἄλλων τοῦ γεουχικοῦ χαρτουλαρίου κατὰ τὸ ἔθος καὶ ἐπὶ τῆς ιδ ἰνδικτίωνος Ἁθὺρ ιγ ἰνδικτίωνος ιδ νομίσματα γ παρὰ κεράτια ι 𐅵τοῖς ἀγροφύλαξι ἐποικίου Λιθίνης φυλάττουσι τὸν χόρτον τῆς γεουχικῆς αὐτουργίας τῆς Νοτίνης Παρορίου ὑπὲρ ἐδάφους Μεγάλου Γῃδίου Διογένους ἄρουραι μ καὶ ὑπὲρ ἐδάφους Ὀξιδᾶ ἄρουραι κδ γίνονται ἄρουραι ξδ λόγῳ μισθοῦ ἀντὶ χόρτου ἐπὶ τῆς ιγ ἰνδικτίωνος καρπῶν ιδ προσάπαξ Χοίακ ι ἰνδικτίωνος ιδ νόμισμα α 𐅵παρὰ κεράτια ϛ 𐅵δ ὑπὲρ τιμῆς χορτοσπέρμου ἀγορασθέντος ἐν Ἄρεως τῇ κώμῃ διὰ Φιλοξένου χορτοπαραλήμπτου εἰς χρείαν τῆς γεουχικῆς αὐτουργίας Πὰθ Ταμπεμοῦ καὶ Νοτίνης Παρορίου ἐπὶ τῆς ιδ ἰνδικτίωνος κατασπορᾶς ιε νομίσματα δ 𐅵παρὰ κεράτια ιϛ 𐅵