Ancient Greek
3804.10.246 to 3804.11.267
Documentary Papyri, P.Oxy. 55 3804.10.246-3804.11.267
Not analysed yet
ὑπὲρ τιμῆς χορτοσπέρμου ὁμοίως ἀγορασθέντος παρὰ Κοσμᾶ καὶ Φὶβ ἀπὸ Σινκαρὲτ διὰ Ὀννωφρίου χορτοπαραλήμπτου εἰς χρείαν τῆς γεουχικῆς αὐτουργίας τῆς τε Πὰθ Ταμπεμοῦ καὶ Νοτίνης Παρορίου μετὰ τὰ ἤδη ἀγορασθέντα πρώην ἐν Ἄρεως τῇ κώμῃ καὶ νῦν ἐπὶ μηνὸς Τῦβι ιβ ἰνδικτίωνος ιδ κατασπορᾶς ιε νομίσματα γ παρὰ κεράτια ιγ 𐅵ὑπὲρ τιμῆς ἐκχύσεως α ἀγορασθείσης καὶ βληθείσης εἰς τὴν μηχανὴν Τῶν Χωρίων ἐποικίου Ταρουσὲβτ ἐπὶ τῆς ιδ κατασπορᾶς ιε νομίσματος ϛ παρὰ κερατίου 𐅵δ γίνονται ἀρτάβαι μη καὶ νομίσματα νδ 𐅵παρὰ κεράτια σκθ 𐅵ὑπὲρ τιμῆς ἄρακος ἀρταβῶν λβ ἀγορασθεισῶν εἰς κατασπορὰν τῶν γεουχικῶν ἀρουρῶν τῶν λιμνασθεισῶν ἐκ δευτέρου τῶν ἐν Πτυχῶν καὶ τῶν ἀρουρῶν ἄπα Ἀπολλῶ καὶ τῶν ἀρουρῶν π…ε…ε… τῆς Νοτίνης Παρορίου ἐπὶ τῆς ιγ ἰνδικτίωνος κατασπορᾶς ιδ μὴ ἐνεχθείσης εἰς τὴν ιγ νομίσματα γ γ κδ μη παρὰ κεράτια ιε 𐅵δ ὑπὲρ μεταφορᾶς σίτου ἀρτάβαι Αιβ δοθεισῶν εἰς τὸ μοναστήριον ἀββᾶ Ἀνδρέου κατὰ τὸ ἔθος νόμισμα α 𐅵παρὰ κεράτια ε δ Ἰωάννῃ νοταρίῳ καὶ ἐπικειμένῳ τῷ ἔργῳ τοῦ γεουχικοῦ κατωτίου λόγῳ ἀναλωμάτων ὁμοίως τῶν ἀπὸ μηνὸς Ἐπεὶφ β ἕως Μεσορὴ ι ἰνδικτίωνος ιδ ἡμερῶν λθ νομίσματος 𐅷παρὰ κεράτια γ ὑπὲρ τιμῆς λεπιδίων ὁμοίως ἀγορασθέντων εἰς χρείαν τοῦ γεουχικοῦ κατωτίου Ἐπεὶφ λ ἰνδικτίωνος ιδ νόμισμα α παρὰ κεράτια δ 𐅵τοῖς τέκτοσι καλαφατίζουσιν τὸ φιλοκαλούμενον κατῶτιν λόγῳ μισθοῦ κατὰ δοκιμασίαν Ἀπολλῶ ναυπηγοῦ τῆς Κυνῶν νομίσματα ιη, ἐξ ὧν κουφίζεται ὑπὲρ τῶν πριστῶν κατὰ τὸ δ μέρος νομίσματα δ 𐅵καὶ τοῖς ναυπηγοῖς νομίσματα δ, λοιπὰ νομίσματα θ 𐅵,ἀφʼ ὧν ἐδόθησαν αὐτοῖς πρώην διὰ Φιλοξένου προνοητοῦ Νετνήου νομίσματα γ, λοιπὰ τὰ ὀφείλοντα δοθῆναι αὐτοῖς ὑπὲρ συμπληρώσεως τοῦ μισθοῦ τῶν τεκτόνων καλαφατιζομένων νομίσματα ϛ 𐅵παρὰ κεράτια κδ δ Μεσορὴ ε ἰνδικτίωνος ιδ. γίνεται νομίσματα ϛ 𐅵παρὰ κεράτια κθ δ ὑπὲρ τιμῆς λίθων μυλοκοπικῶν ἀγορασθέντων παρὰ Σερήνου καὶ Μεγάλου μυλοκόπων εἰς κατασκευὴν τοῦ νέου καλάθου τοῦ μυλαίου τοῦ γεουχικοῦ ἐλαιουργίου τοῦ κτήματος Ἀπελῆ ὑπὸ Σαμουήλιον ἐλαιουργὸν καὶ κοινωνοὺς ἐπὶ τῆς ιδ ἰνδικτίωνος καρπῶν ιε νόμισμα α ϛ, ἀφʼ ὧν περιεσώθη ἐκ τῶν παλαιῶν λίθων νομίσματος ϛ, λοιπὰ νόμισμα α παρὰ κεράτια δ 𐅵Ἐπεὶφ κα ἰνδικτίωνος ιδ γίνεται νόμισμα α παρὰ κεράτια δ 𐅵ὑπὲρ τιμῆς βοϊδίων β καὶ ταύρων β καὶ δαμαλίων β καὶ ὀνοθηλείας α ἀγορασθέντων