Ancient Greek
3804.11.268 to 3804.12.288
Documentary Papyri, P.Oxy. 55 3804.11.268-3804.12.288
Not analysed yet
παρὰ Ἡρακλείου Παβάρι ἀπὸ Λουκίου εἰς χρείαν τῆς ἀρδείας τῆς γεουχικῆς αὐτουργίας Ἔξω τῆς Πύλης νομίσματα ιβ παρὰ κεράτια νδ γίνονται ἀναλωμάτων ιδ ἰνδικτίωνος σίτου καγκέλλῳ ἀρτάβαι Αφλε δ χοῖνιξ α καὶ νομίσματα ροθ 𐅵γ η παρὰ κεράτια υε εἰς νομίσματα ιϛ 𐅵γ κδ, τὰ καθαρὰ νομίσματα ρξγ ιβ καὶ ἀπὸ πλείονος λόγου ιγ ἰνδικτίωνος νομίσματα δ ιβ ϙϛ, γίνονται νομίσματα ρξζ ϛ ϙϛ καὶ δηναρίων μυριάδες Ασ εἰς νομίσματος δ γίνεται νομίσματα ρξζ γ ιβ ϙϛ, ἀνθʼ ὧν λημμάτων τῆς αὐτῆς ιδ ἰνδικτίωνος σίτου καγκέλλῳ ἀρτάβαι Αφλε δ χοῖνιξ α καὶ ἀργυρικῶν νομίσματα χμζ η καὶ δηναρίων μυριάδες Βω εἰς νομίσματος 𐅵κδ μη, γίνεται νομίσματα χμζ 𐅷μη. πλήρης ὁ σῖτος, λοιπὰ δὲ ἀργυρικῶν νομίσματα υπ 𐅵ϙϛ. γίνεται νομίσματα κϛ κδ μη παρὰ κεράτια ριϛ δ ὧν κατεβλήθη ἐπὶ τὸν λαμπρότατον Ἀναστάσιον τραπεζίτην ἐν διαφόροις καταβολαῖς οὕτως· Τῦβι κε ἰνδικτίωνος ιδ σὺν ῥοπῇ νομίσματα σ παρὰ κεράτια Αιβ Φαρμοῦθι κε ἰνδικτίωνος ιδ σὺν ῥοπῇ νομίσματα σ παρὰ κεράτια Ασ γίνεται τὰ καταβληθέντα ἐπὶ τὸν λαμπρότατον Ἀναστάσιον τραπεζίτην ἀκολούθως ἐνταγίοις οὖσι παρὰ τῷ προνοητῇ νομίσματα υ παρὰ κεράτια Βσιβ εἰς νομίσματα ϙβ ϛ τὰ καθαρὰ νομίσματα τζ 𐅵γ λοιπὰ νομίσματα ροβ 𐅷ϙϛ ὧν κατεβλήθη τῷ αὐτῷ Ἀναστασίῳ τραπεζίτῃ ἐπὶ μηνὸς Μεσορὴ λ ἰνδικτίωνος ιδ σὺν ῥοπῇ νομίσματα σλ παρὰ κεράτια Ατοε 𐅵δ εἰς νομίσματα νζ δ κδ μη ϙϛ τὰ καθαρὰ νομίσματα ροβ 𐅷ϙϛ. πλήρης ὁ λόγος . ἐλογίσθη δὲ Ἀπολλῷ καὶ Ἠσαΐᾳ καὶ κοινωνοῖς ἀπὸ Ταρουσὲβτ μετὰ τὴν συμπλήρωσιν τοῦ λόγου διὰ τὸ αὐτοὺς καταλεῖψαι τὸ κτῆμα καὶ …ελθεῖν εἰς τὸ μέγα ὄρος ὑπὲρ τῶν συγχωρηθέντων αὐτοῖς ἀπὸ νομισμάτων ϛ νομίσματα δ ὑπὲρ ἐδαφῶν Ἔρωτος ἐπὶ τῆς ι ἰνδικτίωνος καὶ μηκέτι ταῦτα συγχωρηθῆναι ἐπὶ τῆς ια καὶ ιβ ἰνδικτιώνων, ἀλλὰ ἐπὶ τῆς ιγ καὶ ἐφεξῆς νομίσματα η οὕτως· ὑπὲρ μὲν ιγ ἰνδικτίωνος νομίσματα δ καὶ ὑπὲρ ιδ νομίσματα δ γίνεται τὰ προκείμενα νομίσματα η φερόμενα ὑπὲρ πλείονος λόγου τῶν β ἐπινεμήσεων εἰς τὸν λόγον τῆς ιε ἰνδικτίωνος.