Ancient Greek
P.Oxy. 55 3810
Documentary Papyri, P.Oxy. 55 3810
Not analysed yet
Καλλίας Κυρίλλῃ τῇ κυρίᾳ χαίρειν. πρὸ μὲν πάντων τὸ προσκύνημα σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Ἄπιδι καὶ τοῦ Κυρίλλου Διοσκορούδου καὶ τοῦ Κυρίλλου …ου Αποει…ος. ἐπεπόμφει γάρ με ὁ βασιλικὸς εἰς Ἀθρῖβειν ἕνεκα ἵππου, παρῆλθέν με Διοσκουρίδης. γράφω σοι οὖν, κυρία, περὶ τῆς εὐαγγελίας ὅτι ἀπελύθη ὁ στρατηγὸς εἰς τὴν στρατηγίαν. Διοσκουρίδης μὴ ἀγωνει λοιπὸν περὶ μηδενός. οὕτως γὰρ ἀσφαλῶς σιγγλάριος ἐλθὼν τῷ βασιλικῷ καὶ αὐτὸς συναπέλυσεν τὸν στρατηγὸν τοῦ Λυκοπολίτου καὶ ἄλλους δύο . ἄσπασαι τοὺς ἐν οἴκῳ πάντας. γράψον μοι περὶ τῆς σωτηρίας σου. ἐρρῶσθαί σε εὔχομαι, κυρία, πολλοῖς ἔτεσιν εὐτυχοῦσαν. ἀπόδος …