Ancient Greek
P.Oxy. 55 3811
Documentary Papyri, P.Oxy. 55 3811
Not analysed yet
Ὡρείων Παγένει χαίρειν. εἰ ἔτι Πινουτίων ὁ οἰκοδόμος παρὰ σοί ἐστιν, ἀναγκαίως πρότρεψαι αὐτόν, τοῦ δικαίου μισθοῦ αὐτοῦ λαμβάνοντος, στοιβάσαι καὶ ὑποκαῦσαι τὴν ὀπτόπλινθον Εὐδαίμονος τοῦ πατρὸς Πλωτείνου. ἀλλὰ μὴ ἐν παρέργῳ σχῇς. ἀναγκαίως γενέσθω τὸ ἔργον. ἡ δὲ ὀπτόπλινθος ἐν ἐποικίῳ ἐστὶν Οὐάλεντος. ἔρρωσο.