Ancient Greek
P.Oxy. 55 3814
Documentary Papyri, P.Oxy. 55 3814
Not analysed yet
κυρίῳ μου πατρὶ Ἀπολλωνίῳ Θεόδωρος χαίρειν. ἐπέστειλάς μοι ὡς περὶ τῶν τεκτόνων. καὶ ἀπόντος σου πολλάκις τέκτονες μετεπέμφθησαν καὶ ἐργάται καὶ ἕτερα πράγματα, καὶ ᾐδέσθησαν οἱ συνάρχοντες ἡμῶν τὴν ἀπουσίαν σου. μή πού γε σοῦ ἐπιδημοῦντος οὐκ ἄν τις τολμήσαι ὀνομάσαι τινα τῶν διαφερόντων ἡμῖν. θάρσει οὖν, πατήρ, περὶ τούτου. ἐπʼ ὀνομάτων γὰρ ἠθέλησεν Σαραπίων ὁ ἐπίτροπος τριάκοντα τέκτονας ἀποσταλῆναι ἐπὶ τὸν Τραϊανὸν ποταμόν, ἑσπέρας δὲ ἐπεδήμησε ἡμῖν Διόσκορος καὶ οὐκ ἴσχυσα διὰ τὴν αἰτίαν τῆς ὥρας τὰ ὀνόματα αὐτῶν ἐκλαβεῖν καὶ ἐπιστεῖλαί σοι. αὔριον οὖν ἐπιστέλλω σοι καὶ τὰ ὀνόματα τῶν μεταπεμφθέντων. ἤκουσα οὖν ὅτι τὰ συνήθη πάσχεις καὶ διὰ τὴν αἰτίαν ταύτην παρʼ ἐμαυτῷ μεμένηκα τὴν σήμερον. σὺν θεῷ δὲ καὶ ἐγὼ σε καταλήμψομαι τῆς ὑγιείας σου ἕνεκεν. ἐρρῶσθαί σε εὔχομαι. ἀπέστειλά σοι οὖν καὶ τὰ ἀποσταλέντα μοι ἀπὸ πόλεως ὑπὸ Εὐδαίμονος γράμματα, καὶ τὰ βιβλία ἅπερ ἠθέλησας κατὰ τοῦ Σαρμάτου δοθῆναι δέδωκα. κυρίῳ μου πατρὶ Ἀπολλωνίωι Θεόδωρος. ουερε…θ …