Ancient Greek
P.Oxy. 55 3815
Documentary Papyri, P.Oxy. 55 3815
Not analysed yet
κυρίῳ μου υἱῷ Ἀπολλωνίῳ Εὐσέβιος χαίρειν. ὅτι μέλει σοι τοῦ κυρίου μου υἱοῦ Σαβείνου τεθάρρηκα. τὸ δὲ παῖδα αὐτὸν ὄντα δέεσθαι τοῦ μὴ εἰς ἀταξίαν τρέπεσθαι, καὶ περὶ τούτου πιστεύω ὅτι ἐντολὰς λήμψεται παρὰ σοῦ ὁ Ἐπάγαθος ὥστε αὐτῷ προσκαρτερεῖν. εἰ δὲ καὶ αἱ περὶ τὴν Ἀδωρᾶν ἐκεῖναι ἐπιμένοιεν τῷ αὐτῷ στρήνει, ἀνακοπτέσθωσαν διὰ τῆς σῆς, τοῦ ἐμοῦ κυρίου, ἐπιστρεφείας καὶ ὑπὸ τῆς κυρίας μου θυγατρὸς Πτολεμαΐδος. τὴν γὰρ κυρίαν μου θυγατέρα κ… κυρίῳ μου υἱῷ Ἀπολλωνίῳ …