Ancient Greek
P.Oxy. 55 3816
Documentary Papyri, P.Oxy. 55 3816
Not analysed yet
Πτολεμεῖνος καὶ Χαιρήμων Σινθώνει ἀδελφῇ χαίρειν. πρό γε πάντων εὐχόμεθα τῷ θεῷ ὅπως ὁλόκληρόν σε ἀπολάβωμεν. γνῶναί σε θέλω ὅτι Ἀχιλλεὺς πάνυ νοσεῖ καὶ ἐχειρίσθη ποσάκις εἰς τοὺς πόδας καὶ τὰ ἕως ἄρτι νοσεῖ καὶ σχεδόν τι προσέτι, καὶ διὰ τοῦτο οὐκ ἐδυνήθην λαλῆσαι αὐτῷ. καὶ ἐγὼ ἠσθένησα πάνυ καὶ εἰς θάνατον. ἀλλὰ καὶ εὐχαριστῶ τῷ θεῷ καλῶς ἔσχηκα. καὶ περὶ ὧν χρῄζεις γράψον μοι, ἀδελφή. καὶ ποσάκις σοι ἔγραψα καὶ οὐκ ἀντέγραψάς μοι. ἄσπασον τὸν ἀδελφὸν ἡμῶν Παλὲξ καὶ τὴν μητέρα ἡμῶν καὶ πάντα σου τὸν οἶκον κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι, ἀδελφή. ἀπόδος Σινθώνει παρὰ Πτολεμείνου.