Ancient Greek
P.Oxy. 55 3819
Documentary Papyri, P.Oxy. 55 3819
Not analysed yet
κυρίοις μου πατρὶ Δημητρίῳ καὶ Ἀπολλωνίᾳ ἀδελφῇ Ἰούλιος χαίρειν. τυχὼν τοῦ γεινομένου πρὸς ὑμᾶς ἔσπευσα πρῶτον μὲν προσαγορεῦσαι ὑμᾶς διὰ τούτων μου τῶν γραμμάτων, ἔπειτα καὶ παραμυθήσασθαι ὑμᾶς. ὡς γὰρ ἤκουσα περὶ τῆς μητρός μου Σαραπιάδος, πάνυ ἐλυπήθην. δυνατεῖ οὖν ὁ κύριος θεὸς τοῦ λοιποῦ ἡμῖν τὴν ὁλοκληρίαν παρασχεῖν. μὴ οὖν λυπεῖσθε. ταῦτα γὰρ ἀνθρώπινά ἐστιν. καὶ πᾶσι γὰρ ἡμῖν τοῦτο κεῖται. ὁ κολλήγας μου ἐλθὼν μετέδωκέν μοι ὡς εἴητε ε…αντες τὸ δελματίκιον καί …ἀπόδος Δημητρίῳ πατρὶ παρὰ Ἰουλίου …