Ancient Greek
P.Oxy. 55 3820
Documentary Papyri, P.Oxy. 55 3820
Not analysed yet
τῇ δεσποίνῃ μου μητρὶ καὶ κυρίῳ ἀδελφῷ Σαρμάτῃ Διόσκορος χαίρειν. εὐπορηθεὶς τοῦ κυρίου μου ἀδελφοῦ Παιανίου ἀπερχομένου ἔσπευσα προσειπεῖν ὑμῶν τὴν διάθεσιν, ἔπειτα δηλῶσαί σοι περὶ τοῦ πράγματος τοῦ κυρίου μου ἀδελφοῦ Εὐλογίου ὅτι ἀπετέθη καὶ ἤδη ἀπαντῶμεν πρὸς ὑμᾶς. καὶ τὴν θείαν ἀντιγραφὴν παρεθέμην τὴν περὶ τῶν ὑπαρχόντων τῷ κυρίῳ μου Φιλαγρίῳ καὶ ὑπομνήματα συνεστάθη. καὶ μετὰ τὸ ἐκβῆναι τὸν ἀδελφόν μου Σερῆνον ἤμην παραδοθεὶς τῇ τάξει τοῦ μαγίστρου καὶ μετὰ δύο ἡμέρας Εὐσεβίου ἐλθόντος ἐπεὶ ἦν ἀπελθὼν καταστῆσαι τὸν δοῦκα εἰς Ταπόσιριν εἰσήχθημεν καὶ ὁ εὐνοῦχος ἀπέστειλεν πρὸς αὐτὸν καὶ ἀνεῖκέν με καὶ δεύτερα ὑπομνήματα ἔπραξεν καὶ τελείως ἀνεῖκεν αὐτούς. …παραπεμφθῆναι τοὺς περὶ Ἑρμίαν καὶ Διδυ… ὑμᾶς καταλαμβάνω. ἐὰν ἀκούσητε …μὴ πιστεύσητε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. κυρι… Σαρμάτῃ …Διόσκορος …