Ancient Greek
P.Oxy. 56 3852
Documentary Papyri, P.Oxy. 56 3852
Not analysed yet
Εὐδαίμων Σαραπίωνι τῶι ἀδελφῶι χαίρειν. πρὸ μὲν πάντων ἀσπάζομαί σε, ἔπειτα, ἄδελφε, μνήσθητι πορευθῆναι πρὸς τοὺς γεούχους τῶν ἐντὸς περιχώματος ἀρουρῶν ὅπως συνεξέλθωσί σοι πρὸς τὴν ἀναμέτρησιν τῶν τόπων. μὴ οὖν ἀμελήσῃς, ἄδελφε. γίνωσκε γὰρ ἡμᾶς προκεκοφότας πάντῃ. πάντων οὖν, ἄδελφε, πάντα παραιτησάμενος συνέξελθε αὐτοῖς, ἐπειδὴ χρεία σού ἔστι καὶ ἡ σὴ παρουσία ἔσται ἡμῖν ἐπαφρόδιτος. ἐπισκοποῦ Ἀππᾶν καὶ τὰς φάσεις ἡμῖν ἔνεγκε τῆς ἐπικρίσεως. ἔρρωσο. Φαρμοῦθι ιζ. ἀπὸ Εὐδαίμονος Σαραπίωνι εὐσεβεῖ.