Ancient Greek
P.Oxy. 56 3853
Documentary Papyri, P.Oxy. 56 3853
Not analysed yet
Ἰσχυρίων Κορνηλίῳ τῷ πατρὶ χαίρειν. ἐκομισάμην σου τὰ γράμματα διὰ Σερήνου. ἔμαθον δὲ περὶ τῆς μητρός μου. πειρῶ δὲ καὶ σὺ γράφειν μοι περὶ τῆς ὑγιείας σου καὶ τῶν ἡμετέρων. τὰ ἱμάτια ἐὰν ᾖ γεγονότα μὴ διαπέμπῃς μοι ἄχρις ἂν δηλώσω σοι περὶ αὐτῶν. ἀσπάζομαι τὸν ἀδελφὸν Ὡρίωνα καὶ τὴν μητέρα μου Θαῆσιν καὶ τοὺς ἐν οἴκῳ πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πάτερ. ἀπόδος Κορνηλίωι παρὰ Ἰσχυρίωνος υἱοῦ