Ancient Greek
P.Oxy. 56 3854
Documentary Papyri, P.Oxy. 56 3854
Not analysed yet
Πλολῶς Ὥρῳ καμηλάτῃ Σύρῳ χαίρειν. καθὼς ὕλισά σοι οἴνου παλαιοῦ σπαθία δέκα ὑπὲρ φορέτρου καὶ ἐμοὶ σπαθία δώδεκα ἀρεῖν αὐτὰ εἰς Ὀξυρυγχείτην ὅπως πωλήσῃς τὰ δώδεκα σπαθία τῆς οὔσης τιμῆς ἐν τῷ Ὀξυρυγχείτῃ καὶ κομίσῃς μοι τὸ ἀργύριον. μὴ οὖν ἀμελήσῃς, ἀλλʼ ἐρχόμενος φέρων μοι τὴν τιμὴν …των, ἐπεὶ χρείαν τοῦ κέρματος ἔχω. ἐρρῶσθαί σε εὔχομαι. Ὥρῳ καμηλάτῃ Σύρῳ παρὰ Πλολῶς κεραμέως Ὥρῳ καμηλάτῃ Σύρῳ παρὰ Πλολῶς κεραμέως