Ancient Greek
P.Oxy. 56 3855 Vo descr.
Documentary Papyri, P.Oxy. 56 3855v
Not analysed yet
Θερμοῦθιν Ἰσιδώρῳ τῷ ἀδελφῷ πολλὰ χαίρειν. τὸ κιθῶνιόν σου ἐποίησα τμηθῆναι. οὐκ ἔδωκε Ἀμμῶνις τὰ σιτάρια, λέγων ὅτι, δύο ἀρτάβας δίδω. ἐξέτασον περὶ τοῦ ἔργου οὗ οἶδας. ἐὰν μάθῃς ὅτι ὁ ἡγεμὼν ἐξέρχεται δεῦρο, ἐὰν δέ μή, γράψον μοι ἐν τάχει. περὶ ὧν ἔγραψά σοι ἄλλοτε, ἀγόρασόν μοι. γράψον βιβλίδιον περὶ οὗ οἶδες καὶ χάλασον καὶ ἐνεχθήτω μοι ἡ ὑπογραφὴ τοῦ βιβλιδίου. ἔλεγον ὅτι, αὐτάρκης γείνῃ περὶ τοῦ πράγματος. ἀσπάζεταί σε Ταῆσις καὶ ὁ υἱός …υ Κοπρείας. ἀσπάζεταί σε Ἀμόϊς. ἀσπάζονταί σε πάντες κατʼ ἄνδρα. ἀπόδος Ἰσιδώρῳ παρὰ Θερμουθίου.