Ancient Greek
P.Oxy. 56 3856
Documentary Papyri, P.Oxy. 56 3856
Not analysed yet
Ἀμμωνίωι καὶ Μυριζμῶι. τὰ τοῦ βαλανείου ἔργα συντελειώσαντες ἤδη ποτὲ ἀνέλθατε. ἡ γὰρ προθεσμία τῶν ἔργων ἔληγεν εἰς σήμερον ιζ καὶ ἐπεὶ χρεία ἐστὶν ὑμῶν ἀποδημῆσαι εἰς Μαρμεντ καὶ εἰς Παεῖμιν καὶ εἰς Ἀντιπέρα ἕνεκεν τῶν συνηθῶν καυμάτων. ἀνερχόμενοι δὲ ἀνενέγκατε καὶ τὸ σίναπι, λαβόντες καὶ παρὰ Ἀμωνίου καὶ Ἀπολλωνίου ὃ ἔχουσιν καὶ τὴν παρὰ Θαήσει μίσθωσιν καὶ τὰ λοιπὰ τῶν ν κεραμίων παρὰ Μύρωνος.