Ancient Greek
P.Oxy. 56 3857
Documentary Papyri, P.Oxy. 56 3857
Not analysed yet
…τοῖς κατὰ τόπον ἀγαπητοῖς ἀδελφοῖς καὶ συνλειτουργοῖς. τὴν θυγατέρα ἡμῶν Γερμανίαν, ἐπικουρίας δεομένην, παραγινομένην πρὸς ὑμᾶς προσδέξασθε ἐν εἰρήνῃ, διʼ ἧς ὑμᾶς καὶ τοὺς σὺν ὑμῖν ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν. Ἐμμανουήλ. ἀμὴν. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ ἀδελφοί.