Ancient Greek
P.Oxy. 56 3869
Documentary Papyri, P.Oxy. 56 3869
Not analysed yet
…πέμψον Μουσαῖον τὸν ἀγροφύλακα εἰς Πρύχθεως ἵνα ἐνέγκαι μοι τὸ δισάκκιν τὸ γενάμενον εἰς λόγον μου καὶ τρία σανδάλια καλὰ τέλεια πυκνὰ πάνυ. οὕτως οὖν εἰπὲ αὐτῷ καὶ φρόντισον τοῦ λαβεῖν καὶ ἐνεγκεῖν μοι νομισμάτια ρκγ, ὡς καὶ ἄλλοτε ἔγραψά σοι, ἐκτὸς λημματισμοῦ καὶ ποίησον τοὺς ἀγροφύλακας πέμψαι μοι τὸ καμήλιν τῶν ξύλων. ἐπειδὴ Πέτρος Πάπου προσφεύγει σοι, ποίησον τὴν γυναῖκα αὐτοῦ ἐνεχθῆναι εἰς τὴν ξενίαν καὶ ἀπαίτησον αὐτήν. ποίησον Μουσαῖον Παγένει καὶ Σουροῦς Δαυῒτ δοῦναι τῇ Ἡραίδι τὸ ἓν νόμισμα ὃ ἀντεφώνησαν αὐτῇ ὑπὲρ Ἡραίδος ὑπὲρ τῶν δεσποτικῶν ἤγουν πέμψον αὐτοὺς διʼ ἀγροφύλακος εἰς τὴν πόλιν. φρόντισον ἐνεγκεῖν ἄνω τὰ διφθέρια ὅλα καὶ τὴν ἔχθεσιν τοῦ σίτου καὶ εἴκοσι περιστερόπουλα καὶ ἀσφάλισον τὰ κελλία ὡς χρή. μὴ ἀμελήσῃς περὶ τῶν σανδαλίων καὶ τοῦ δισακκίου καὶ τοῦ σάγματος καὶ λαβὲ παρὰ τοῦ σαγματοράπτου δύο παρὲκ εἰς τὸ σάγμα καὶ τὴν τιμὴν τοῦ δισακκίου εἰπὲ τῷ Μουσαίῳ ἵνα ἀντιφωνήσῃ τῷ σκυτεῖ, ἄδελφε. ἐπίδος τῷ θαυμασιωτάτῳ Ἀνοῦπ παρὰ Ἰωάννου.