Ancient Greek
P.Oxy. 56 3870
Documentary Papyri, P.Oxy. 56 3870
Not analysed yet
χμγ ἵνα μάθῃ ὁ ἐμὸς ἀγαθὸς δεσπότης ὅτι οὐκ ἐμάθομεν. ἐπίασαν ἡμᾶς ἐν τῇ Θμοινέψι καὶ ἔλαβον ἡμᾶς ἐν τῇ φυλακῇ τῆς Ἡρακλεοπολιτῶν. νῦν δὲ παρακαλοῦμεν τὴν ὑμετέραν μεγαλοπρέπειαν ἵνα ζητῆσαι περὶ τῶν ὑμετέρων δούλων, ὅτι ἐν τῇ φυλακῇ ἐσμὲν καὶ μὴ ἔχομεν τίποτε προσφάγιν καὶ μέχρι τῶν ἱματίων ἡμῶν ἐπωλήσαμεν αὐτά. νῦν παρακαλοῦμεν κελεῦσαι παρακαλέσαι τὸν δεσπότην ἡμῶν ἵνα κρατῆσαι Παῶμιν τὸν ἐνοικολόγον ἵνα πέμψαι ἡμῖν ἓν ὁλοκοττίνιον ἐκ τῶν μηνιαίων ἡμῶν ἵνα μὴ ἀποθνῄσκωμεν ἀπὸ πείνης, ἐπειδὴ μὴ ἔχομεν ἐλπίδας εἰ μὴ θεὸν πρῶτον καὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν δεσπότῃ …ων ππ μεγαλοπρεπεστάτῳ τιμῆς ἀξίῳ κυρίῳ Γεωργίῳ Ἰοῦστος ὁ χαρτουλάριος ὑμέτερος δοῦλος